Ancient Greek · ~2 min
Section 3, Page 35
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.35.29
Not analysed yet
35, 29. προσέστη τοῖς ἅκ. εἰ δὲ καὶ πάλιν εἶπεν, ἠκούσατε ὅτι ἐρρήθη τοῖς ἀρχαίοις παρὰ τοῦ Πατρός μου· ἐγὼ δὲ λέγω ὑμῖν, μείζων ἔδοξεν εἶναι ὁ αὐθαδισμός· διὸ μὴ ἁπλῶς αὐτὸ τέθεικεν. εἰπὼν δὲ ὅτι ἐρρήθη τοῖς ἀρχαίοις, ἐνέφηνεν πολὺν εἶναι τὸν χρόνον ἐξ οὗ τὴν ἐντολὴν ταύτην ἔλαβον. τοῦτο δὲ ἐποίησεν ἵνα ἐντρέψῃ τὸν ἀκροατὴν τὸν ἀναδυόμενον πρὸς τὸ ὑψηλότερον ἐκβῆναι τῶν ἐπιταγμάτων. ὡσανεὶ διδάσκαλος παιδίων ῥαθυμοῦντι λέγει· οὐκ οἶσθα πόσον ἀνήλωσας χρόνον συλλαβὰς μελετῶν. τοῦτο δὴ καὶ αὐτὸς αἰνιττόμενος τῷ τῶν ἀρχαίων ὀνόματι, ἐκκαλεῖται λοιπὸν αὐτοὺς πρὸς τὰ μείζονα τῶν διδαγμάτων.