Ancient Greek · ~2 min
Section 3, Page 40
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.40.24
Not analysed yet
40, 24. φησιν. ὥσπερ γὰρ ὅταν λέγῃ ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μῶρον, ἔνοχος ἔσται τῇ γεέννῃ, οὐ πέρι του ῥήματος τούτου λέγει μόνον, ἀλλὰ καὶ περὶ ὕβρεως ἁπάσης, οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ἵνα ῥαπιζόμενοι μόνον φέρωμεν γενναίως νομοθετῇ, (sic) ἀλλ’ ἵνα καὶ πᾶν ὅτι οὖν πάσχοντες δεινὸν μὴ θορυβώμεθα. οὐδὲ γὰρ ἐπὶ πληγῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν παρέχεσθαι, Ib. εἰπὼν δὲ τῶ θαλ. κ. τ. ε. om. Cod. B.