Ancient Greek
Section 3, Page 40
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.40.32
Not analysed yet
40, 32. περιεβάλλοντο. πρῶτον μὲν γὰρ οὐδεὶς ἂν οὕτω δια- κειμένοις ἐπετίθετο. δεύτερον εἰ καὶ ἔτυχέν τις οὕτως ἄγριος καὶ ἀνήμερος ὡς καὶ μέχρι τοσούτου προελθεῖν· ἀλλὰ πολλῷ πλείους ἃν ἐφάνησαν οἱ τὸν οὕτω φιλοσοφοῦντα, οὐχ ἱματίοις μόνον, ἀλλὰ καὶ τῇ σαρκὶ τῇ ἑαυτῶν, εἴγε οἷόν τε ἦν, περιβάλλοντες· εἰ δὲ μὴ, οὐδ’ οὕτως αἰσχρὸν ἦν· οὐ γὰρ τὸ οὕτως γυμνοῦσθαι καλὸν, ἀλλὰ τὸ οὕτως ἐνδύεσθαι· καθάπερ νῦν εἰσίν τινες ἱματίοις πολυτελέσιν ἀμφιεννύμενοι, τοῦτο καὶ αἰσχρὸν καὶ καταγέλαστον. διὰ τοῦτο ἐκείνους μὲν ὁ Θεὸς ἐπήνεσεν, τούτοις δὲ ἐγκαλεῖ καὶ διὰ προφητῶν καὶ διὰ Ἀποστόλων.