Ancient Greek · ~2 min
Section 3, Page 49
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.49.29
Not analysed yet
49, 29. οἱ πέντ’. καὶ οἱ τρισχίλιοι —γέγραπται. εἰ δὲ οὐκ ἀνέχῃ τοσούτων ἀκούων ῥημάτων ἀπαλλάξαι σεαυτὸν τῶν χαλεπῶν δεσμῶν τῆς μερίμνης, κἂν ἐκ τοῦ φανεροῦ πείσθητι ὅτι ὅσον ἀν’ μεριμνᾷς καὶ κατατεινεις σεαυτὸν, οὔτε τῳ σώματι σου, μικρὸν προσθῆναι δυνήσῃ· οὔτε τι τῶν τῆς χρείας καρπώσασθαι, εἰ μὴ ἡ τοῦ Θεοῦ πρόνοια τὸ πᾶν ἀνύσῃ. ὡς ἃν εἰ ἐκεῖνος ἡμᾶς ἐγκαταλείπῃ, οὐ φροντὶς, οὐ μέριμνα, οὐ πόνος, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν ὠφελῆσαι δυνήσεται.