Ancient Greek · ~2 min
Section 3, Page 50
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.50.16
Not analysed yet
50, 16. Εἰ τὸ πάντων εὐτελέστερον ἐκαλλώπισεν ἐκ περιουσίας, καὶ ταῦτα οὐ πρὸς χρείαν, ἀλλὰ πρὸς φιλοτιμίαν τοῦτο ποιῶν, πολλῷ μᾶλλον σε τὸν ἁπάντων τιμιώτερον ἐν τοῖς κατὰ τὴν χρείαν τιμήσει. διὸ καὶ ἐπιπλήττων φησιν, “εἰ γὰρ τὸν χόρτον” καὶ τὰ ἑξῆς. εἰ δὲ ὑπὲρ ψιλῶν καὶ ἀναγκαίων οὐ δεῖ μεριμνᾶν, τίνος ἃν εἶεν ἄξιοι συγγνώμης οἱ ὑπὲρ τῶν πολυτελῶν μεριμνῶντες καὶ ἐν τῇ τῶν ἐθνικῶν εὐτελείᾳ μένοντες, καὶ τὴν αὐτῶν μικροψυχίαν ζηλοῦντες;