Ancient Greek · ~3 min
3.86.6 to 3.86.12
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.86.6-12
Not analysed yet
86, 6. Εἶτα δεικνὺς ὅτι συνέσεως χρεία πρὸς τὸ “οὗτός ἐστιν “Ἠλίας” κ. τ. λ. ἐπήγαγεν, ὁ ἔχων ώτα. κ. τ. ἑ. ταῦτα δὲ τὰ αἰνίγματα ἐτίθει διεγείρων αὐτοὺς εἰς ἐρώτησιν· εἰ δὲ οὐδὲ οὕτως ἐξυπνίζοντο, πολλῷ μᾶλλον εἰ δῆλα ἦν καὶ σαφῆ. 86, 8. ὁδὸν, καὶ ταὐτὸν ἐποιήσαμεν φησὶν, οἷον ἃν εἰ τινες θηραταὶ ζῶον δυσθήρατον διὰ δύο μέλλον ἐμπίπτειν ὁδῶν εἰς τὰ θήρατρα, ἑκατέραν ἕκαστος ἀπολαβὼν ὁδὸν ἐλαύνοι, ἐξ ἐναντίας ἑστὼς τῷ ἑτέρῳ, ὥστε πάντως εἰς θάτερον ἐμπεσεῖν. 86, 10. λεγομένοις. μαρτυροῦντι περὶ αὐτοῦ, καὶ προσελθεῖν τῆ πίστει αὐτοῦ, τουτέστι, τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ. 86, 12. οἰνοπότην. δι’ ἀμφοτέρας γὰρ ὁδοῦ εἰς τὴν βασιλείαν εἰσήρχοντο πεισθέντες.