Ancient Greek · ~2 min
Section 3, Page 86
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.86.14
Not analysed yet
86, 14. ἡμέρας, περιερχόμενος διδάσκων, ποῦ τ. κεφ. κλ. οὐκ ἐχ’. Τὸ δὲ ἐδικαιώθη κ. τ. λ. τοῦτό ἐστιν, ὅτι εἰ καὶ μὴ οἱ Ἰουδαῖοι ἐπείσθησαν, ἀλλ’ αὐτῷ λοιπὸν ἐγκαλεῖν οὐκ ἔχουσιν· καὶ γὰρ τὰ αὐτοῦ πάντα ἐπλήρωσεν, ὥστε τοῖς ἀναισχυντεῖν βουλομένοις μηδὲ σκιὰν καταλιπεῖν ἀγνώμονος ἀμφιβολίας. εἰ δὲ τὰ παραδείγματα εὐτελῆ εἶπεν καὶ κακέμφατα, οἷον τὸ “ηὐλήσαμεν καὶ οὐκ ὠρχή- “σασθε,” μηδεὶς θαυμαζέτω· πρὸς γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων διαλέγεται.