Ancient Greek · ~2 min
Section 3, Page 88
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.88.34
Not analysed yet
88, 34. φίλ’. ἁπάσης. καὶ οὐχ ἑτέρῳ γίνεται χρήσιμος μόνον· ἀλλὰ καὶ ἑαυτὸν πρὸ πάντων ἀναπαύει· εὑρήσετε γάρ, φησιν, ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. καὶ πρὸ τῶν μελλόντων ἐντεῦθεν δίδωμι τὴν ἀμοιβὴν, καὶ τὸ βραβεῖον ἤδη παρέχω. ἑαυτὸν δὲ εἰς ὑπόδειγμα τίθησιν καὶ εἰς μέσον ἄγει λέγων, “μάθετε ἀπ’ ἐμοῦ” κ. τ. ἑ. εὐπαράδεκτον ποιῶν τὸν λόγον, ἵνα μάθωμεν ἐξ αὐτοῦ ἡλίκον ἀγαθόν ἐστιν ἡ ταπεινοφροσύνη.