Ancient Greek · ~2 min
Section 3, Page 88
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.88.5
Not analysed yet
88, 5. Διατί ἀπὸ τῶν σοφῶν ἐκρύβη ; ὅτι καθὼς Παῦλός φησιν, ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ τοῦ Θεοῦ δικαιοσύνῃ οὐκ ὑπετάγησαν. οὐδὲ γὰρ ὅταν λέγῃ “ἀπεκάλυψας,” τὸ πᾶν τοῦ Θεοῦ εἶναί φησιν, ἀλλὰ καὶ τῆς τῶν δεχομένων εὐγνωμοσύνης, ὥσπερ καὶ ὅταν λέγῃ Παῦλος, “ὅτι παρέδωκεν αὐτοὺς εἰς “ἀδόκιμον νοῦν, καὶ ἐτύφλωσεν αὐτῶν τὰ νοήματα” οὐ τὸν Θεὸν εἰσάγων ταῦτα ἐνεργοῦντα φησὶν, ἀλλ’ ἐκείνους τοὺς τὴν αἰτίαν παρέχοντας·