Ancient Greek · ~2 min
Chapter 13
Cebes, Cebetis tabula 13
Not analysed yet
Οὗτοι δὲ οἱ ἄνθρωποι οἱ ἔσω τοῦ περιβόλου ἀνακάμπτοντες τίνες εἰσίν; Οἱ τῆς Ψευδοπαιδείας, ἔφη, ἐρασταὶ ἠπατημένοι καὶ οἰόμενοι μετὰ τῆς ἀληθινῆς Παιδείας συνομιλεῖν. Τίνες οὖν καλοῦνται οὗτοι; Οἱ μὲν ποιηταί, ἔφη, οἱ δὲ ῥήτορες, οἱ δὲ διαλεκτικοί, οἱ δὲ μουσικοί, οἱ δὲ ἀριθμητικοί, οἱ δὲ γεωμέτραι, οἱ δὲ ἀστρολόγοι, οἱ δὲ κριτικοί, οἱ δὲ ἡδονικοί, οἱ δὲ περιπατητικοὶ καὶ ὅσοι ἄλλοι τούτοις εἰσὶ παραπλήσιοι.