Ancient Greek · ~3 min
Chapter 15
Cebes, Cebetis tabula 15
Not analysed yet
Ποία οὖν αὕτη ἡ ὁδός ἐστιν ἡ φέρουσα ἐπὶ τὴν ἀληθινὴν Παιδείαν; . Ὁρᾷς ἄνω, ἔφη, τόπον τινὰ ἐκεῖνον, ὅπου οὐδεὶς ἐπικατοικεῖ, ἀλλʼ ἔρημος δοκεῖ εἶναι; Ὁρῶ. Οὐκοῦν καὶ θύραν τινὰ μικρὰν καὶ ὁδόν τινα πρὸ τῆς θύρας, ἥτις οὐ πολὺ ὀχλεῖται, ἀλλʼ ὀλίγοι πάνυ πορεύονται ὥσπερ διʼ ἀνοδίας τινὸς καὶ τραχείας καὶ πετρώδους εἶναι δοκούσης; Καὶ μάλα, ἔφην. Οὐκοῦν καὶ βουνός τις ὑψηλὸς δοκεῖ εἶναι καὶ ἀνάβασις στενὴ πάνυ καὶ κρημνοὺς ἔχουσα ἔνθεν καὶ ἔνθεν βαθεῖς. ‘Ορῶ. Αὕτη τοίνυν ἐστὶν ἡ ὁδὸς, ἔφη, ἡ ἄγουσα πρὸς τὴν ἀληθινὴν Παιδείαν. Καὶ μάλα γε χαλεπὴ προσιδεῖν. Οὐκοῦν καὶ ἄνω ἐπὶ τοῦ βουνοῦ ὁρᾷς πέτραν τινὰ μεγάλην καὶ ὑψηλὴν καὶ κύκλῳ ἀπόκρημνον; Ὁρῶ, ἔφην.