Ancient Greek
Chapter 40
Cebes, Cebetis tabula 40
Not analysed yet
Καὶ τὸ σύνολον δέ, ἔστι τὸ τιμᾶν ταῦτα ὡς ἀγαθὰ ὄντα ἢ ἀτιμάζειν ὡς κακά, τοῦτο δέ ἐστι τὸ ταράττον τοὺς ἀνθρώπους καὶ βλάπτον, ὅτι ἐὰν τιμῶσιν αὐτὰ καὶ οἴωνται διὰ τούτων μόνων εἶναι τὸ εὐδαιμονεῖν, πάνθʼ ὑπομένουσι πράττειν ἕνεκα τούτων καὶ τὰ ἀσεβέστατα καὶ τὰ αἰσχρότατα δοκοῦντα εἶναι οὐ παραιτοῦνται. ταῦτα δὲ πάσχουσι διὰ τὴν τοῦ ἀγαθοῦ ἄγνοιαν. ἀγνοοῦσι γὰρ ὅτι οὐ γίνεται ἐκ κακῶν ἀγαθόν. πλοῦτον δὲ ἔστι πολλοὺς κτησαμένους ἰδεῖν ἐκ κακῶν καὶ αἰσχρῶν ἔργων, οἷον λέγω ἐκ τοῦ προδιδόναι καὶ ληΐζεσθαι καὶ ἀνδροφονεῖν καὶ συκοφαντεῖν καὶ ἀποστερεῖν καὶ ἐξ ἄλλων πολλῶν καὶ μοχθηρῶν. Ἔστι ταῦτα.