Ancient Greek · ~2 min
Chapter 5
Cebes, Cebetis tabula 5
Not analysed yet
Ποίαν οὖν ὁδὸν κελεύει βαδίζειν ἢ πῶς; ἔφην ἐγώ. Ὁρᾷς οὖν, εἶπε, παρὰ τὴν πύλην θρόνον τινὰ κείμενον κατὰ τὸν τόπον, καθʼ ὃν εἰσπορεύεται ὁ ὄχλος, ἐφʼ οὗ κάθηται γυνὴ πεπλασμένη τῷ ἤθει καὶ πιθανὴ φαινομένη, ἣ ἐν τῇ χειρὶ ἔχει ποτήριόν τι; Ὁρῶ. ἀλλὰ τίς ἐστιν αὕτη; ἔφην. Ἀπάτη καλεῖται, φησίν, ἡ πάντας τοὺς ἀνθρώπους πλανῶσα. Εἶτα τί πράττει αὕτη; Τοῦς εἰσπορευομένους εἰς τὸν Βίον ποτίζει τῇ ἑαυτῆς δυνάμει. Τοῦτο δὲ τί ἐστι τὸ ποτόν; Πλάνος, ἔφη, καὶ ἄγνοια. Εἶτα τί; Πιόντες τοῦτο πορεύονται εἰς τὸν Βίον. Πότερον οὖν πάντες πίνουσι τὸν πλάνον ἢ οὔ;