Ancient Greek · ~10 min
Dfhg-Source dfhg3_CEPHALION
CEPHALION, Fragmenta 1
Not analysed yet
Ὅτι δὲ ἀσυμφώνως οἱ τῶν Ἑλλήνων ἱστορικοὶ γεγράφασι περὶ τῶν χρόνων καὶ τῶν βασιλέων τούτων, παρέστω Κεφαλίων ἐπίσημος εἷς, οὐχ ὁ τυχὼν, οὕτω φάσκων· «Ἄρχομαι γράφειν ἀφ ̓ ὧν ἄλλοι τε ἐμνημόνευσαν καὶ τὰ πρῶτα Ἑλλάνικός τε ὁ Λέσβιος καὶ Κτησίης ὁ Κνίδιος, ἔπειτα Ἡρόδοτος ὁ Ἁλικαρνασεύς. Τὸ παλαιὸν τῆς Ἀσίας ἐβασίλευσαν Ἀσσύριοι, τῶν δὲ ὁ Βήλου Νίνος.» Εἶτ ̓ ἐπάγει γένεσιν Σεμιράμεως καὶ Ζωροάστρου μάγου ἔτη τε νβ' τῆς Νίνου βασιλείας. Μεθ ̓ ὃν Βαβυλῶνα, φησὶν, ἡ Σεμίραμις ἐτείχισε, τρόπον ὡς πολλοῖσι λέλεκται, Κτησίᾳ, Ζήνωνι (1. Δείνωνι), Ἡροδότῳ καὶ τοῖς μετ ̓ αὐτούς· στρατείην τε αὐτῆς κατὰ τῶν Ἰνδῶν καὶ ἧτταν, καὶ ὅτι τοὺς ἰδίους ἀνεῖλεν υἱοὺς καὶ ὑπὸ Νινύου τῶν παίδων ἑνὸς ἀνῃρέθη, τοῦ διαδεξαμένου τὴν ἀρχήν. Καὶ μεθ ̓ ἕτερα· «Καὶ τῶν λοιπῶν εἰς (??)ἐτῶν ἀριθμὸν ἦρχον, παῖς παρὰ πατρὸς ἐκδεχόμενος τὴν ἀρχὴν καὶ ἔχων ἧττον αὐτῶν οὐδὲ εἷς ἐτελεύτησεν (διετέλεσεν̣) ἐτῶν κ'· τὸ γὰρ ἀπόλεμον καὶ ἀφιλοκίνδυνον καὶ γυναικῶδες αὐτοῖς ἦν ἀσφαλές. Ἔνδον γὰρ ἔμενον, οὐδέ τι αὐτοῖς ἔνεργον (ἦν ἔργον codd. ; ὧν ἔργον Scal. Dindf. ; ἓν ἔργ. Mai) ἐπρήσσετο, οὐδὲ ἑώρα τις αὐτοὺς πλὴν αἵ τε παλλακίδες καὶ τῶν ἀνδρῶν οἱ γυναικώδεις. Τοὺς δὲ βασιλεῖς τούσδε εἴ τις εἰδῆσαι βούλεται, Κτησίας ἐστὶν ὁ λέγων ὀνόματα αὐτῶν κ' οἶμαι καὶ γ'. Ἐμοὶ δὲ ἡ γραφὴ τί τερπνὸν ἢ τί χάριεν ἤμελλεν ἕξειν, ὀνομακλήδην ἄνευ πράξεων βαρβάρους φωνέοντι τυράννους δειλοὺς καὶ μαλακούς (*);» Πρὸς οἷς ἐπάγει τὰ περὶ τῶν ἐτῶν αὐτῶν· «Ἐτέων δὲ ὄντων ἀπὸ Νένου τεσσαράκοντά που καὶ χ' Βέλιμος ἐβασίλευσεν Ἀσσυρίων. Καὶ ἀφικνεῖται Περσεὺς ὁ Δανάης εἰς τὴν χώρην αὐτοῦ, ναῦς ἄγων ρ'. Ἔφευγε δὲ Περσεὺς Διόνυσον τὸν Σεμέλης υἱέα.» Καὶ μετέπειτα· «Ὑστέρῃ δὲ γενεῇ κατὰ Πανύαν ἄρχοντα ὁ τῶν Ἀργοναυτῶν στόλος ἔπλευσεν ἐπί τε Φᾶσιν καὶ Μηδείην τὴν Κολχίδα, καὶ Ἡρακλέα πλανηθέντα ἀπὸ τῆς νεὼς διὰ τὸν ἔρωτα τὸν Ὕλα λέγουσι περὶ τοὺς Καππαδόκας ἀληθῆναι.» Καὶ αὖθις· «(??)δὲ ἐτέων ἀπὸ Σεμιράμεως εἰς Μητραῖον (1. Μιθραῖον) βασιλέα ἄν ἀριθμοῖ τὸ περιτελλόμενον· [ἐφ ̓ οὗ vel simile quid excidit] Μήδεια Κολχὶς ἀνεχώρησεν Αἰγέως, ἧς υἱὸς Μῆδος, ἐξοὗ Μῆδοι καὶ ἡ χώρα ἐκλήθη Μήδεια.» Εἶτά φησι· «Μητραίου δὲ τὴν ἀρχὴν διαδέχεται Ταύτανος (1. Τεύταμος), ζῶν καὶ αὐτὸς κατὰ ἔθη τὰ Ἀσσυρίων καὶ νόμους. Καὶ ἄλλο μὲν οὐδὲν ἐγένετο οὐδὲ ἐπὶ τούτου καινὸν ἔργον· Ἀγαμέμνων δὲ καὶ Μενέλαος οἱ Μυκηναῖοι ἐστρατεύσαντο σὺν Ἀργείοισι καὶ τοῖσι ἄλλοισιν Ἀχαιοῖς τῆς εἰς Ἴλιον πόλιν Πριάμου τοῦ Φρυγὸς στρατηγίης.»