Ancient Greek
Dfhg-Source dfhg3_CEPHALION
CEPHALION, Fragmenta 5
Not analysed yet
Postquam Cadmus senex ex Cadmea urbe in Cithaeronem excesserat, imperio potiri tentat Dionysus, sed proelio commisso victus a Pentheo in vincula conjicitur; mox tamen Agaves materterae precibus libertatem recuperat. Deinde Pentheum ex insidiis interficiendum curat, eoque scelere perpatrato Thebas venit, ut regnum capessat. At alienati ab eo cives προετρέψαντο παρακαλέσαντες τὸν Λυκοῦργον, ἄνδρα σοφὸν, εἰπόντες αὐτῷ τὰ συμβάντα. Καὶ ὡπλίσατο κατ ̓ αὐτοῦ, καὶ ἐκβάλλει αὐτὸν ἐκ τῆς Καδμείας πόλεως καὶ τῆς Βοιωτίας. Καὶ γνοὺς τοῦτο ὁ Διόνυσος, ὅτι ὡπλίσατο κατ ̓ αὐτοῦ, ἔφυγε τὸν Λυκοῦργον· καὶ εἰς Δελφοὺς ἀπελθὼν ἐκεῖ τελευτᾷ. Καὶ ἐτέθη τὸ λείψανον τοῦ αὐτοῦ Διονύσου ἐκεῖ ἐν σορῷ· καὶ τὰ ὅπλα δὲ αὐτοῦ αὐτὸς ἐκεῖ εἰς τὸ ἱερὸν ἐκρέμασε, καθὼς Δείναρχος ὁ σοφώτατος συνεγράψατο περὶ τοῦ αὐτοῦ Διονύσου. Ὡσαύτως δὲ καὶ ὁ σοφώτατος Φιλόχορος (fr. 22) τὰ αὐτὰ συνεγράψατο, ἐν ᾗ ἐκθέσει εἶπε περὶ τοῦ αὐτοῦ Διονύσου· «Ἔστιν ἰδεῖν τὴν ταφὴν αὐτοῦ ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν. Βάθρον δέ τι εἶναι ὑπονοεῖται ἡ σορὸς, ἐν ᾧ γράφεται· Ἐνθάδε κεῖται θανὼν Διόνυσος ἐκ Σεμέλης.» Ὁμοίως δὲ καὶ ὁ σοφώτατος Κεφαλίων τὰ αὐτὰ ἐν τῷ ἰδίῳ συγγράμματι ἐξέθετο.