Ancient Greek · ~1 min
Play Tro, lines Fragment tit-2
Cephisodorus Comic., Fragmenta Fragment tit-2-2
Not analysed yet
ΤΡΟΦΩΝΙΟΣ.
Ἔπειτ' ἀλείφεσθαι τὸ σῶμά μοι πρίω
μύρον ἴρινον καὶ ῥόδινον, ἄγαμαι Ξανθία
καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκχαριν.
Β. ὦ λακκόπρωκτε, βάκχαριν τοῖς σοῖς ποσὶν
ἐγὼ πρίωμαι; λαικάσομ' ἄρα. βάκχαριν;
Σανδάλιά τε τῶν λεπτοσχιδῶν,
ἐφ' οἷς τὰ χρυσᾶ ταῦτ' ἔπεστιν ἄνθεμα·
νῦν δ' ὥσπερ ἡ θεράπαιν' ἔχω περιβαρίδας.