Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_CHAEREMON_ALEXANDRINUS
CHAEREMON ALEXANDRINUS, Fragmenta 2
Not analysed yet
Χαιρήμων μὲν γὰρ καὶ οἱ ἄλλοι οὐδ ̓ ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγοῦνται, ἐν ἀρχῆς λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδ ̓ ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν λεγομένων, καὶ τῶν συμπληρούντων τὸν ζωδιακὸν, καὶ ὅσοι τούτοις παρανατέλλουσι· τὰς τε εἰς τοὺς δεκανοὺς τομὰς καὶ τοὺς ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας, ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς ἀλμενιχιακοῖς φέρεται, καὶ θεραπεῖαι παθῶν καὶ ἀνατολαὶ καὶ δύσεις καὶ μελλόντων σημειώσεις. Ἑώρα γὰρ τοὺς τὸν ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ τὸν Ὄσιριν καὶ ἐπιτολάς ἑλιττομένους, ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις καὶ μειώσεις, ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν, ἢ τό γε νυκτερινὸν ἡμισφαίριον ἢ τὸ ἡμερινὸν ἢ τόν γε ποταμόν· καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ, καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. Ὧν οἱ πλείους καὶ τὸ ἐφ ̓ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως, οὐκ οἶδ ̓ ὅπως δεσμοῖς ἀλύτοις ἀνάγκῃ, ἣν εἱμαρμένην λέγουσι, πάντα καταδήσαντες, καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς. Οὕτω λυτῆρας τῆς εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις καὶ τοῖς ἄλλοις θεραπεύουσι.