Ancient Greek · ~24 min
Dfhg-Source dfhg3_CHAEREMON_ALEXANDRINUS
CHAEREMON ALEXANDRINUS, Fragmenta 4.1
Not analysed yet
Τὰ γοῦν κατὰ τοὺς Αἰγυπτίους ἱερέας Χαιρήμων ὁ στωικὸς ἀφηγούμενος, οὓς καὶ φιλοσόφους ὑπειλῆφθαί φησι παρ ̓ Αἰγυπτίοις, ἐξηγεῖται ὡς τόπον μὲν ἐλέξαντο ἐμφιλοσοφῆσαι τὰ ἱερά. Πρός τε γὰρ τὴν ὅλην ὄρεξιν τῆς θεωρίας συγγενές ἦν παρὰ τοῖς ἐκείνων ἀφιδρύμασι διαιτᾶσθαι· παρεῖχέν τε αὐτοῖς ἀσφάλειαν μὲν ἐκ τοῦ θείου σεβασμοῦ, καθάπερ τινὰ ἱερὰ ζῷα, πάντων τιμώντων τοὺς φιλοσόφους· ἠρεμαίους δὲ εἶναι, ἄτε τῆς ἐπιμιξίας κατὰ τὰς πανηύρεις καὶ τὰς ἑορτὰς συντελουμένης μόνον, τὸ δὲ λοιπὸν σχεδὸν ἀβάτων ὄντων τοῖς ἄλλοις τῶν ἱερῶν· ἁγνεύσαντας γὰρ ἔδει προσιέναι καὶ πολλῶν ἀποσχομένους, καὶ τοῦτο ὥσπερ καινὸς τῶν κατ ̓ Αἴγυπτον ἱερῶν θεσμός ἐστιν. Ἀπειπάμενοι δὲ πᾶσαν τὴν ἄλλην ἐργασίαν καὶ πόρους ἀνθρωπίνους, ἀπέδοσαν ὅλον τὸν Βίον τῇ τῶν θείων θεωρίᾳ καὶ θεάσει· διὰ μὲν ταύτης τὸ τε τίμιον καὶ ἀσφαλές καὶ εὐσεβὲς ποριζόμενοι, διὰ δὲ τῆς θεωρίας τὴν ἐπιστήμην, δι ̓ ἀμφοῖν δὲ ἄσκησιν ἠθῶν κεκρυμμένην τινὰ καὶ ἀρχαιοπρεπῆ. Τὸ γὰρ ἀεὶ συνεῖναι τῇ θείᾳ γνώσει καὶ ἐπιπνοίᾳ, πάσης μὲν ἔξω τίθησι πλεονεξίας, καταστέλλει δὲ τὰ πάθη, διεγείρει δὲ πρὸς σύνεσιν τὸν βίον. Λιτότητα δὲ ἐπετήδευσαν καὶ καταστολὴν, ἐγκράτειάν τε καὶ καρτερίαν, τό τε ἐν παντὶ δίκαιον καὶ ἀπλεονέκτητον. Σεμνοὺς δὲ αὐτοὺς παρεῖχε καὶ τὸ δυσεπίμικτον· οἵγε παρὰ μὲν αὐτὸν τῶν λεγομένων ἁγνειῶν τὸν καιρὸν οὐδὲ τοῖς συγγενεστάτοις καὶ ὁμοφύλοις ἐπεμίγνυντο σχεδὸν, οὐδὲ ἄλλως θεωρούμενοι ὅτι μὴ πρὸς τὰς ἀναγκαίας συναγνεύουσι χρείας ἢ ἁγνευτήρια τοῖς μὴ καθαρεύουσιν ἄδυτα καὶ πρὸς ἱερουργίας ἅγια κατανεμόμενοι. Τὸν δὲ ἄλλον χρόνον ἁπλούστερον μέν τοῖς ὁμοίοις ἐπεμίγνυντο, τῶν δὲ ἐξωτικῶν τῆς θρησκείας οὐδενὶ συνεβίουν. Ἐφαίνοντο δὲ ἀεὶ θεῶν ἢ ἀγαλμάτων ἐγγὺς, ἤτοι φέροντες ἢ προηγούμενοι καὶ τάσσοντες μετὰ κόσμου τε καὶ σεμνότητος· ὧν ἕκαστον οὐ τῦφος ἦν, ἀλλά τινος ἔνδειξις φυσικοῦ λόγου. Τὸ δὲ σεμνὸν κἀκ τοῦ καταστήματος ἑωρᾶτο. Πορεία τε γὰρ ἦν εὔτακτος καὶ βλέμμα καθεστηκὸς ἐπετηδεύετο, ὡς ὅτε βουληθεῖεν μὴ σκαρδαμύττειν· γέλως δὲ σπάνιος, εἰ δέ που γένοιτο, μέχρι μειδιάσεως· ἀεὶ δὲ ἐντὸς τοῦ σχήματος χεῖρες. Καὶ σύμβολόν γε ἦν ἑκάστῳ τῆς τάξεως ἐμφαντικὸν, ἣν ἔλαχεν ἐν τοῖς ἱεροῖς· πλείους γὰρ ἦσαν αἱ τάξεις. Δίαιτα δὲ λιτὴ καὶ ἀφελής· οἴνου μὲν γὰρ οἱ μὲν οὐδ ̓ ὅλως, οἱ δὲ ὀλίγιστα ἐγεύοντο, νεύρων αἰτιώμενοι βλάβας καὶ πλήρωσιν κεφαλῆς, ἐμπόδιον εἰς εὕρεσιν· ἀφροδισίων τε ἔφασαν αὐτὸν ὀρέξεις ἐπιφέρειν. Ταύτῃ δὲ καὶ τῶν ἄλλων εὐλαβῶς εἶχον, Ἄρτοις μὲν οὐδὲ ὅλως ἐν ταῖς ἁγνείαις χρώμενοι, εἰ δέ ποτε μὴ ἁγνεύοιεν, σὺν ὑσσώπῳ κόπτοντες ἤσθιον. Τὸ πολὺ γὰρ αὐτοῦ τῆς δυνάμεως καθαιρεῖν ἔφασαν τὸν ὕσσωπον. Ἐλαίου δ ̓ ἀπείχοντο μὲν ὡς τὸ πολὺ, οἱ πλεῖστοι δὲ καὶ παντελῶς, εἰ δέ που μετὰ λαχάνων χρήσαιντο, παντελῶς ὀλίγῳ, καὶ ὅσον παρηγορῆσαι τὴν αἴσθησιν. Cap. 7. Τῶν μὲν οὖν ἐκτὸς Αἰγύπτου γιγνομένων βρωμάτων τε καὶ ποτῶν οὐ θέμις ἦν ἅπτεσθαι. Πολύς τις οὕτω τρυφῆς ἀπεκέκλειστο τόπος. Τῶν δὲ κατ ̓ αὐτὴν τὴν Αἴγυπτον ἰχθύων ἀπείχοντο πάντων, καὶ τετραπόδων ὅσα μώνυχα ἢ πολυσχιδῆ ἢ μὴ κερασφόρα, πτηνῶν δὲ ὅσα σαρκοφάγα· πολλοὶ δὲ καθάπαξ τῶν ἐμψύχων· καὶ ἔν γε ταῖς ἁγνείαις ἅπαντες, ὁπότε μηδ ̓ ᾠὸν προσίεντο. Καὶ μέντοι καὶ τῶν ἄλλων οὐκ ἀσυκοφάντητον ἐποιοῦντο παραίτησιν· οἷον τῶν βοῶν τὰς θηλείας παρῃτοῦντο, τῶν δ ̓ ἀρρένων ὅσα δίδυμα ἢ κατάσπιλα ἢ ἑτερόχροα ἢ παραλλάσσοντα τῇ μορφῇ ἢ δεδαμασμένα, ὡς ἤδη καθωσιωμένα τοῖς πόνοις, καὶ τιμωμένοις ἐμφερῆ, καθ ̓ ὁντινοῦν οἶον ἀπεικασμὸν ἐξείη (ἐξίῃ Reisk.) ,ἢ ἑτερόφθαλμα ἢ πρὸς ἀνθρωπείαν ἐμφέρειαν νεύοντα. Μυρίαι δ ̓ ἄλλαι παρατηρήσις καὶ τῆς περὶ αὐτὰ τέχνης τῶν καλουμένων μοσχοσφραγιστῶν, ἄχρι συντάξεων προάγουσαι βιβλιακῶν. Περιεργότερον δ ̓ ἔτι περὶ τὰ πτηνὰ, οἷον τρυγόνα μὴ ἐσθίειν· ἱέραξ γὰρ, ἔφασαν, πολλαχῆ τὸ ζῷον συλλαβὼν ἀφίησιν, μισθὸν ἀποδιδοὺς μίξεως σωτηρίαν· ὡς οὖν μὴ λάθοιεν τοιούτῳ περιπεσόντες, ἅπαν αὐτῶν περιίσταντο τό γένος. Κοιναὶ μὲν δὴ θρησκεῖαί τινες αὗται, κατὰ γένη δὲ τῶν ἱερέων διάφοροι, καὶ οἰκεῖαι καθ ̓ ἕκαστον θεόν. Αἱ δὲ ἁγνεῖαι πάντων ἐκαθάρευον. Ὁ δὲ χρόνος οὗτος, ὁπότε συντελεῖν τι τῶν περὶ τὴν ἱερὰν μέλλοιεν θρησκείαν, προλαμβάνων ἡμερῶν ἀριθμὸν, οἱ μὲν δυοῖν καὶ τετταράκοντα, οἱ δὲ τούτων πλείους· ,οἰ δὲ ἐλάσσους, οὐδέποτε μέντοι τῶν ἑπτὰ λειπομένας, παντὸς μὲν ἐμψύχου ἀπείχοντο, παντὸς δὲ λαχάνου τε καὶ ὀσπρίου, πρὸ δὲ πάντων ἀφροδισίων ὁμιλίας γυναικείας· ἄρρενος μὲν γὰρ οὐδὲ τὸν ἄλλον χρόνον μετεῖχον. Τρίς δὲ τῆς ἡμέρας ἀπελούοντο ψυχρῷ, ἀπό τε κοίτης καὶ πρὸ ἀρίστου καὶ πρὸς ὕπνον. Εἰ δὲ ποτε συμβαίη καὶ ὀνειρώττειν, παραχρῆμα ἀπεκάθαιρον λουτρῷ τὸ σῶμα. Ψυχρῷ μὲν οὗν καὶ κατὰ τὸν ἄλλον ἐχρῶντο βίον, οὐ μὴν οὑτωσὶ πλεονάζον. Κοίτη δὲ αὐτοῖς ἐκ τῶν σπαδίκων τοῦ φοίνικος, ὃς καλοῦσι βάϊς, ἐπέπλεκτο, Ξύλινον δὲ ἡμικυλίνδριον εὖ λελεασμένον ὑπόθημα τῆς κεφαλῆς· ἤσκουν δὲ δίψαν καὶ πεῖναν, καὶ ὀλιγοσιτίαν παρὰ πάντα τὸν βίον. Cap. 8: Μαρτυρία δ ̓ αὐτῶν τῆς ἐγκρατείας, ὅτι μήτε περιπάτοις ἢ αἰώραις χρώμενοι διῆγον ἄνοσοι, καὶ πρὸς μετρίαν ἰσχὺν εὔτονοι Πολλὰ γοῦν κατὰ τὰς ἱερουργίας ἐνεδέχοντο βάρη, καὶ ὑπηρετήματα τῆς κοινῆς ἰσχύος μείζω. Διήρουν δὲ νύκτα μέν εἰς ἐπιτήρησιν οὐρανίων, ἐνίοτε δὲ καὶ καὶ ἁγιστείαν ἡμέραν δὲ εἰς θεραπείαν τῶν θεῶν, καθ ̓ ἣν ἤ τρίς ἢ τετράκις, κατὰ τὴν ἕω καὶ τὴν ἑσπέραν μεσουρανοῦντά τε τὸν ἥλιον καὶ πρὸς δύσιν καταφερόμενον, τούτους ὑμνοῦντες· τὸν δὲ ἄλλον χρόνον πρὸς θεωρήμασιν ἦσαν ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς, ἐκπονοῦντες ἀεί τι, καὶ προσεξευρίσκοντες, συνόλως τε περὶ τὴν ἐμπειρίαν καταγιγνόμενοι. Τὸ δ ̓ αὐτὸ καὶ ἐν ταῖς χειμερίοις ἐπετήδευον νυξὶ, φιλολογίᾳ προσαγρυπνοῦντες, ἅτε μήτε πορισμοῦ ποιούμενοι φροντίδα, δεσπότου τε κακοῦ τῆς πολυτελείας ἐλευθεριάζοντες. Ὁ μὲν δὴ πόνος ὁ ἄτρυτός τε καὶ διηνεκἢς καρτερίαν ἀπομαρτυρεῖ τοῖς ἀνδράσι, τὸ δέ ἀνεπιθύμητον, ἐγκράτειαν. Οἵ γε ἐν τοῖς ἀσεβεστάτοις ἐτίθεντο πλεῖν ἀπ ̓ Αἰγύπτου, διευλαβούμενοι ξενικὰς τρυφὰς καὶ ἐπιτηδεύματα· μόνοις γὰρ ὅσιον ἐδόκει τοῖς κατὰ τὰς βασιλικὰς χρείας ἀπηναγκασμένοις. Πολὺς δὲ καὶ τούτοις ἦν λόγος ἐμμεῖναι τοῖς πατρίοις Μικρὰ δ ̓ εἰ καταγνωσθεῖεν παραβαίνοντες, ἀπηλαύνοντο. Καὶ τὸ μὲν κατ ̓ ἀλήθειαν φιλοσοφοῦν ἔν τε τοῖς προφήταις ἦν καὶ ἱεροστολισταῖς καὶ ἱερογραμματεῦσιν, ἔτι δὲ ὡρολόγοις. Τὸ δὲ λοιπὸν τῶν ἱερέων τε καὶ παστοφόρων καὶ νεωκόρων πλῆθος καὶ ὑπουργῶν θεοῖς, καθαρεύει μὲν ὁμοίως, οὔτι γε μὴν μετ ̓ ἀκριβείας καὶ ἐγκρατείας τοσῆσδε. Τοιαῦτα μὲν τὰ κατ ̓ Αἰγυπτίους ὑπ ̓ ἀνδρὸς φιλαλήθους τε καὶ ἀκριβοῦς ἔν τε τοῖς στωικοῖς πραγματικώτατα φιλοσοφήσαντος μεμαρτυρημένα.