Ancient Greek · ~3 min
5 to 7
CHAEREMON ALEXANDRINUS, Fragmenta 5-7
Not analysed yet
Ὡς δ ̓ ὁ Αἰγύπτιος ἱερογραμματεὺς Χαιρήμων ἔδειξεν ἐν διδάγμασι τῶν ἱερῶν γραμμάτων, ὁ φοῖνιξ ἓξ τοῖς ἔτεσι καὶ ἑπτακισχιλίοις θνήσκει παραγενόμενος ἐν τόποις τοῖς Αἰγύπτου. Ἀνέγνωμεν δ ̓ ἐν τῷ Περὶ κομητῶν Χαιρήμονος τοῦ στωικοῦ συγγράμματι τίνα τρόπον ἔσθ ̓ ὅτε καὶ ἐπὶ χρηστοῖς ἐσομένοις κομῆται ἀνέτειλαν, καὶ ἐκτίθεται τὴν περὶ τούτων ἱστορίαν. Τινές φασιν οὐ δεόντως αὐτοὺς (sc. Τοὺς παραπληρωματικοὺς) συνδέσμους εἰρῆσθαι, εἴγε συνδέσεως λόγων οὐκ εἰσὶν αἴτιοι. Καί φησι Χαιρήμων ὁ στωικὸς, ὡς κατὰ τι εἴησαν ἄν σύνδεσμοι· σύνδεσμον γάρ φησι καλεῖσθαι καὶ αὐτὴν φωνὴν [καὶ τὸ ἐξ αὐ]τῆς δηλούμενον, ᾧ λόγῳ καὶ τὰ ἡμέτερα σχήματα, κτλ.