Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_CHARAX_PERGAMENUS
CHARAX PERGAMENUS, Fragmenta 20
Not analysed yet
Ὅμηρος ὁ ποιητὴς Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηίδος, ὡς δὲ ἄλλοι, Ἀπόλλωνος καὶ Καλλιόπης τῆς Μούσης, ὡς δὲ Χάραξ ὁ ἱστορικὸς, Μαίονος ἢ Μητίου καὶ Εὐμήτιδος μητρὸς, κατὰ δ ̓ ἄλλους Τηλεμάχου τοῦ Ὀδυσσέως καὶ Πολυκάστης τῆς Νέστορος. Ἔστι δ ̓ ἡ τοῦ γένους τάξις κατὰ τὸν ἱστορικὸν Χάρακα αὕτη· Αἰθούσης (Θοώσης Agon) Θρᾴσσης Λίνος, τοῦ δὲ Πίερος, τοῦ δ ̓ Οἴαγρος, τοῦ δ ̓ Ὀρφεὺς, τοῦ δὲ Δρὴς (Ὅρτης Ag. ,Δωρίων Proclus), τοῦ δὲ Εὐκλέης (Εὐκλῆς Pr. ,Ἁρμονίδης Ag.) ,τοῦ δ ̓ Ἰδμονίδης, τοῦ δὲ Φιλοτέρπης (hunc om. Agon), τοῦ δ ̓ Εὔφημος (Χαρίφημος Pr.) ,τοῦ δ ̓ Ἐπιφράδης, τοῦ δὲ Μελάνωπος, τοῦ δ ̓ Ἀπελλῆς (Ἀπελλαῖος Ag.) ,τοῦ δὲ Μαίων, ὃς ἦλθεν ἅμα ταῖς Ἀμαζόσιν ἐν Σμύρνῃ, καὶ γήμας Εὔμητιν τὴν Εὐέπους τοῦ Μνησιγένους (scr. Μελησιγένους) ἐποίησεν Ὅμηρον.