Ancient Greek · ~5 min
51 to 59
CHARAX PERGAMENUS, Fragmenta 51-59
Not analysed yet
Ζαρίασπα ἢ Ζαριάσπη, πόλις Βακτριανή. Στράβων ἑνδεκάτῃ (p. 514). Ἣ ἐκαλεῖτο καὶ Βάκτρα. Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα. Κάμικος, πόλις Σικελίας, ἐν ᾗ Κώλακος ἦρχεν ὁ Δαιδάλου **. Χάραξ δὲ Ἴνυκον ταύτην φησίν. Ἀχραδινὴ, νῆσος ἔχουσα πόλιν πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολιόρκησε Μάρκος ὁ Ῥωμαίων στρατηγός· ἀλλὰ καὶ Ἀχραδινὴ μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. Ἄζιλις, πόλις Λιβύης. Οἱ δὲ περὶ Σαλούστιον οὐ πόλιν, ἀλλὰ τόπον φασὶ καὶ ποταμὸν εἶναι. Τινὲς δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄξιρον λέγει αὐτήν. Τροζὴν, πόλις Πελοποννήσου. Ἔστι καὶ ἄλλη Τροιζὴν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροιζηνίδα χώραν φησί. Ἀβοριγῖνες, ἔθνος Ἰταλικὸν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας πρώτῃ· «Μέχρι μὲν οὖν τοῦ Τρωἱκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομασίαν διέσωζον, Λατίνου δὲ βασιλεύσαντος, οὕτω προσηγορεύθησαν. Τὰ αὐτὰ καὶ Χάραξ. Ἄλβα, πόλις Ἰταλίας. Κλίνεται δὲ ἄλβας, ὡς Χάραξ. Ἄρδεα, κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ (p. 228). Ἐκλήθη ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσσέως καὶ Κίρκης. Αὕτη Τροία ἐλέγετο, ὡς Χάραξ. Ἀλλόβρυγες, ἔθνος δυνατώτατον Γαλατικὸν, ὡς Ἀπολλόδωρος. Πολύβιος δὲ διὰ τοῦ αὐτοὺς καλεῖ Ἀλλόβριγας, Χάραξ δὲ διὰ τοῦ ο μικροῦ Ἀλλόβρογας· οἱ πλείους δὲ διὰ τοῦ υ.