Ancient Greek
2.1.6 to 2.1.9
Chariton, De Chaerea et Callirhoe 2.1.6-9
Not analysed yet
Ἀλλ’ ἐπείπερ ἐπρίω, βάδιζε εἰς τὴν ἀγοράν· Ἄδραστος δὲ ὁ ἐμπειρότατος τῶν νόμων διοικήσει τὰς καταγραφάς.” Ἔχαιρεν ὁ Λεωνᾶς ἀπιστούμενος· τὸ γὰρ ἀπροσδόκητον ἔμελλε τὸν δεσπότην μᾶλλον ἐκπλήσσειν. Περιιὼν δὲ τοὺς Μιλησίων λιμένας ἅπαντας καὶ τὰς τραπέζας καὶ τὴν πόλιν ὅλην οὐδαμοῦ Θήρωνα εὑρεῖν ἐδύνατο. Ἐμπόρους ἐξήταζε καὶ πορθμεῖς, ἐγνώριζε δὲ οὐδείς. Ἐν πολλῇ τοίνυν ἀπορίᾳ γενόμενος κωπήρεις λαβὼν παρέπλευσεν ἐπὶ τὴν ἀκτὴν κἀκεῖθεν ἐπὶ τὸ χωρίον· οὐκ ἔμελλε δὲ εὑρήσειν τὸν ἤδη πλέοντα. Μόλις οὖν καὶ βραδέως ἀπῆλθε πρὸς τὸν δεσπότην. Ἰδὼν δ’ αὐτὸν ὁ Διονύσιος σκυθρωπὸν ἤρετο τί πέπονθεν· ὁ δέ φησιν “ἀπολώλεκά σοι, ὦ δέσποτα, τάλαντον.” “Συμβαῖνον” εἶπεν ὁ Διονύσιος “ἀσφαλέστερόν σε τοῦτο πρὸς τὰ λοιπὰ ποιήσει. Τί δ’ ὅμως συμβέβηκε; μή τι ἡ νεώνητος ἀποδέδρακεν;” “Οὐκ ἐκείνη” φησὶν “ἀλλ’ ὁ πωλήσας.” “Ἀνδραποδιστὴς ἄρα ἦν, καὶ ἀλλοτρίαν σοι πέπρακε δούλην διὰ τοῦτο ἐπ’ ἐρημίας. Πόθεν δὲ ἔλεγε τὴν ἄνθρωπον εἶναι;” “Συβαρῖτιν ἐξ Ἰταλίας, πραθεῖσαν ὑπὸ δεσποίνης κατὰ ζηλοτυπίαν.” “Ζήτησον Συβαριτῶν εἴ τινες ἐπιδημοῦσιν· ἐν δὲ τῷ μεταξὺ ἐκεῖ κατάλιπε τὴν γυναῖκα.” Τότε μὲν οὖν ὁ Λεωνᾶς ἀπῆλθε λυπούμενος, ὡς οὐκ εὐτυχοῦς τῆς πραγματείας αὐτῷ γεγενημένης· ἐπετήρει δὲ καιρὸν ἀναπεῖσαι τὸν δεσπότην ἐξελθεῖν εἰς τὰ χωρία, λοιπὸν μίαν ἔχων ἐλπίδα τὴν ὄψιν τῆς γυναικός.