Ancient Greek
Book 2, Chapter 2
Chariton, De Chaerea et Callirhoe 2.2.1
Not analysed yet
Πρὸς δὲ τὴν Καλλιρρόην εἰσῆλθον αἱ ἄγροικοι γυναῖκες καὶ εὐθὺς ὡς δέσποιναν ἤρξαντο κολακεύειν. Πλαγγὼν δέ, ἡ τοῦ οἰκονόμου γυνή, ζῶον οὐκ ἄπρακτον, ἔφη πρὸς αὐτὴν “ζητεῖς μέν, ὦ τέκνον, πάντως τοὺς σεαυτῆς· ἀλλὰ καλῶς καὶ ἐνθάδε νόμιζε σούς· Διονύσιος γάρ, ὁ δεσπότης ἡμῶν, χρηστός ἐστι καὶ φιλάνθρωπος. Εὐτυχῶς σε ἤγαγεν εἰς ἀγαθὴν ὁ θεὸς οἰκίαν.