Ancient Greek
Book 2, Chapter 11
Chariton, De Chaerea et Callirhoe 2.11.6
Not analysed yet
κἀγὼ μάτην ἀπολέσω τὴν σωφροσύνην.” Ἔτι λεγούσης ἡ Πλαγγὼν ὑπολαβοῦσα “ἔγωγε” φησὶ “περὶ τούτων προτέρα σοῦ βεβούλευμαι· δὲ γὰρ τοῦ δεσπότου μᾶλλον ἤδη φιλῶ. Πιστεύω μὲν οὖν Διονυσίου τῷ τρόπῳ, χρηστὸς γάρ ἐστιν· ἐξορκιῶ δ’ ὅμως αὐτόν, κἂν δεσπότης ᾖ· δεῖ πάντα ἡμᾶς ἀσφαλῶς πράττειν. Καὶ σύ, τέκνον, ὅπως ἀντευποιήσεις. Ἄπειμι δὲ ἐγὼ τὴν πρεσβείαν κομιοῦσα.”