Ancient Greek
3.1.1 to 3.1.2
Chariton, De Chaerea et Callirhoe 3.1.1-2
Not analysed yet
Διονύσιος δὲ ἀποτυγχάνων τοῦ Καλλιρρόης ἔρωτος, μηκέτι φέρων ἀποκαρτερεῖν ἐγνώκει καὶ διαθήκας ἔγραφε τὰς τελευταίας, ἐπιστέλλων πῶς ταφῇ. Παρεκάλει δὲ Καλλιρρόην ἐν τοῖς γράμμασιν ἵνα αὐτῷ προσέλθῃ κἂν νεκρῷ. Πλαγγὼν δὲ ἐβούλετο μὲν εἰσελθεῖν πρὸς τὸν δεσπότην, διεκώλυσε δὲ αὐτὴν ὁ θεράπων κεκελευσμένος μηδένα δέχεσθαι. Μαχομένων δὲ αὐτῶν πρὸς ταῖς θύραις ἀκούσας ὁ Διονύσιος ἤρετο τίς ἐνοχλοίη. Τοῦ δὲ θεράποντος εἰπόντος ὅτι Πλαγγών, “ἀκαίρως μὲν” εἶπε “πάρεστιν” ʽοὐκέτι γὰρ οὐδὲ ὑπόμνημα τῆς ἐπιθυμίας ἤθελεν ἰδεῖν’ “κάλεσον