Ancient Greek
3.1.4 to 3.1.5
Chariton, De Chaerea et Callirhoe 3.1.4-5
Not analysed yet
Οὐδὲ Καλλιρρόη τοῦτο ἤκουσεν ἀδακρυτί. τοσαύτη ἦν, ὥστε κἀκείνη Διονύσιον ἔκλαε τὸν ἄνδρα. Ὀψὲ δὲ καὶ μόλις ἐκεῖνος ἀνανήψας ἀσθενεῖ φωνῇ “τίς με δαιμόνων” φησὶν “ἀπατᾷ βουλόμενος ἀναστρέψαι τῆς προκειμένης ὁδοῦ; ὕπαρ ἢ ὄναρ ταῦτα ἤκουσα; θέλει μοι Καλλιρρόη γαμηθῆναι, ἡ μὴ θέλουσα μηδὲ ὀφθῆναι;” Παρεστῶσα δὲ ἡ Πλαγγὼν “παῦσαι” φησὶ “μάτην σεαυτὸν ὀδυνῶν καὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀπιστῶν· οὐ γὰρ ἐξαπατῶ μου τὸν δεσπότην, ἀλλ’ ἔπεμψέ με Καλλιρρόη πρεσβεῦσαι περὶ γάμων.” “Πρέσβευε τοίνυν” εἶπεν ὁ Διονύσιος “καὶ λέγε αὐτὰ τὰ ἐκείνης.