Ancient Greek
Book 3, Chapter 1
Chariton, De Chaerea et Callirhoe 3.1.3
Not analysed yet
δ’ ὅμως.” Ἀνοίξασα δὲ ἐκείνη τὰς θύρας “τί καταρύχῃ” φησίν, “ὦ δέσποτα, λυπῶν σεαυτὸν ὡς ἀποτυγχάνων. Καλλιρρόη γάρ σε ἐπὶ τὸν γάμον παρακαλεῖ. Λαμπρειμόνει, θῦε, προσδέχου νύμφην, ἧς ἐρᾷς.” Ἐξεπλάγη πρὸς τὸ ἀνέλπιστον ὁ Διονύσιος καὶ ἀχλὺς αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη, παντάπασι δὲ ὢν ἀσθενὴς φαντασίαν παρέσχε θανάτου· κωκύσασα δὲ ἡ Πλαγγὼν συνδρομὴν ἐποίησε, καὶ ἐφ̓ ὅλης τῆς οἰκίας ὡς τεθνεὼς ὁ δεσπότης ἐπενθεῖτο.