Ancient Greek
3.4.1 to 3.4.3
Chariton, De Chaerea et Callirhoe 3.4.1-3
Not analysed yet
Προεπεδήμησε δὲ ἡ φήμη φύσει μὲν οὖσα ταχεῖα, τότε δὲ μᾶλλον σπεύσασα μηνῦσαι πολλὰ παράδοξα καὶ καινά. Πάντες οὖν ἐπὶ τὴν θάλασσαν συνέτρεχον, καὶ ἦν ὁμοῦ πάθη ποικίλα κλαόντων, θαυμαζόντων, πυνθανομένων, ἀπιστούντων· ἐξέπληττε γὰρ αὐτοὺς τὸ καινὸν διήγημα. Ἰδοῦσα δὲ ἡ μήτηρ τὰ ἐντάφια τῆς θυγατρὸς ἀνεκώκυσεν “ἐπιγινώσκω πάντα· σύ, τέκνον, μόνη λείπεις. Ὢ καινῶν τυμβωρύχων· τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν φυλάξαντες μόνην ἔκλεψάν μου τὴν θυγατέρα.” Συνήχησαν δὲ αἰγιαλοὶ καὶ λιμένες κοπτομέναις ταῖς γυναιξί, καὶ γῆν καὶ θάλασσαν ἐνέπλησαν οἰμωγῆς. Ἑρμοκράτης δὲ ἔφη, στρατηγικὸς ἀνὴρ καὶ πραγμάτων ἐπιστήμων “οὐκ ἐνταῦθα χρὴ ζητεῖν, ἀλλὰ νομιμωτέραν ποιεῖσθαι τὴν ἀνάκρισιν. Ἀπίωμεν εἰς τὴν ἐκκλησίαν. Τίς οἶδεν εἰ χρεία γένοιτο καὶ δικαστῶν.”