Ancient Greek
Book 3, Chapter 4
Chariton, De Chaerea et Callirhoe 3.4.4
Not analysed yet
Οὔτω πᾶν εἴρητο ἔπος καὶ ἤδη μεστὸν ἦν τὸ θέατρον. Ἐκείνην τὴν ἐκκλησίαν ἤγαγον καὶ γυναῖκες. Ὁ μὲν οὖν δῆμος μετέωρος καθῆστο, Χαιρέας δὲ πρῶτος εἰσῆλθε μελανείμων, ὠχρός, αὐχμῶν, οἷος ἐπὶ τὸν τάφον ἠκολούθησε τῇ γυναικί, καὶ ἐπὶ μὲν τὸ βῆμα οὐκ ἠθέλησεν ἀναβῆναι, κάτω δέ που στὰς τὸ μὲν πρῶτον ἐπὶ πολὺν ἔκλαε χρόνον καὶ φθέγξασθαι θέλων οὐκ ἐδύνατο· τὸ δὲ πλῆθος ἐβόα “θάρρει καὶ