Ancient Greek
Book 4, Chapter 2
Chariton, De Chaerea et Callirhoe 4.2.8
Not analysed yet
Σὺ πάντων ἡμῖν τῶν κακῶν αἰτία.” Τοῦτον δὲ τὸν λόγον ὁ οἰκονόμος ἀκούσας ἔδοξεν εἶναί τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις. Ὅπως οὖν κἀκείνη κολασθῇ καὶ ζήτησις γένηται τῆς ἐπιβουλῆς, ταχέως τὸν Πολύχαρμον ἀπορρήξας τῆς κοινῆς ἁλύσεως πρὸς Μιθριδάτην ἤγαγεν. Ὁ δὲ ἐν παραδείσῳ τινὶ κατέκειτο μόνος ἀλύων καὶ Καλλιρρόην ἀναπλάττων ἑαυτῷ τοιαύτην, ὁποίαν εἶδε πενθοῦσαν· ὅλος δὲ ὢν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ τὸν οἰκέτην ἀηδῶς ἐθεάσατο.