Ancient Greek
4.2.9 to 4.2.12
Chariton, De Chaerea et Callirhoe 4.2.9-12
Not analysed yet
“Τί γὰρ” φησὶν “παρενοχλεῖς;” “Ἀναγκαῖον” εἶπεν, “ὦ δέσποτα· τὴν γὰρ πηγὴν ἀνεύρηκα τοῦ μεγάλου λήματος, καὶ οὗτος ὁ κατάρατος ἄνθρωπος ἐπίσταται γυναῖκα μιαρὰν συμπράξασαν τῷ φόνῳ.” Ἀκούσας οὖν ὁ Μιθριδάτης συνήγαγε τὰς ὀφρῦς καὶ δεινὸν βλέπων “λέγε” φησὶ “τὴν συνειδυῖαν καὶ κοινωνὸν ὑμῖν τῶν ἀδικημάτων.” Ὁ δὲ Πολύχαρμος ἔξαρνος ἦν εἰδέναι, μηδὲ γὰρ ὅλως τῆς πράξεως κεκοινωνηκέναι. Μάστιγες ᾐτοῦντο καὶ πῦρ ἐφέρετο καὶ βασανιστηρίων ἦν παρασκευή, καί τις ἤδη τοῦ σώματος ἁπτόμενος αὐτοῦ “λέγε” φησὶ “τοὔνομα τῆς γυναικός, ἣν αἰτίαν ὡμολόγησας εἶναί σοι τῶν κακῶν.” Καλλιρρόην εἶπεν ὁ Πολύχαρμος. Ἔπληξε τοὔνομα Μιθριδάτην, καὶ ἀτυχῆ τινὰ ἔδοξεν ὁμωνυμίαν ἔχειν ἐκείνῃ γυναῖκα. Οὐκέτι οὖν προθύμως ἐξελέγχειν ἤθελε, δεδοικὼς μὴ καταστῇ ποτε εἰς ἀνάγκην ὑβρίσαι τὸ ἥδιστον ὄνομα· τῶν δὲ φίλων καὶ τῶν οἰκετῶν εἰς ἔρευναν ἀκριβεστέραν παρακαλούντων “ἡκέτω” φησὶ “Καλλιρρόη.” Παίοντες οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν ἄξουσιν αὐτήν. Ὁ δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε· “τί δὲ μάτην” εἶπε “θορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρρόης ἐγὼ Συρακουσίας ἐμνημόνευσα, θυγατρὸς