Ancient Greek
4.3.1 to 4.3.2
Chariton, De Chaerea et Callirhoe 4.3.1-2
Not analysed yet
Ἤρξατο οὖν ὁ Πολύχαρμος λέγειν “ἡμεῖς, οἱ δύο δεσμῶται, Συρακούσιοι γένος ἐσμέν. Ἀλλ’ ὁ μὲν ἕτερος νεανίσκος πρῶτος Σικελίας δόξῃ τε καὶ πλούτῳ καὶ εὐμορφίᾳ ποτέ, ἐγὼ δὲ εὐτελὴς μέν, συμφοιτητὴς δὲ ἐκείνου καὶ φίλος. Καταλιπόντες οὖν τοὺς γονεῖς ἐξεπλεύσαμεν τῆς πατρίδος, ἐγὼ μὲν δι’ ἐκεῖνον, ἐκεῖνος δὲ διὰ γυναῖκα Καλλιρρόην τοὔνομα, ἥν, δόξας ἀποτεθνηκέναι, ἔθαψε πολυτελῶς, τυμβωρύχοι δὲ ζῶσαν εὑρόντες εἰς Ἰωνίαν ἐπώλησαν. Τοῦτο γὰρ ἡμῖν ἐμήνυσε δημοσίᾳ βασανιζόμενος Θήρων ὁ λῃστής.