Ancient Greek
Book 4, Chapter 3
Chariton, De Chaerea et Callirhoe 4.3.3
Not analysed yet
Ἔπεμψεν οὖν ἡ πόλις Συρακουσίων τριήρη καὶ πρέσβεις τοὺς ἀναζητήσοντας τὴν γυναῖκα. Ταύτην τὴν τριήρη νυκτὸς ὁρμοῦσαν ἐνέπρησαν βάρβαροι καὶ τοὺς μὲν πολλοὺς ἀπέσφαξαν, ἐμὲ δὲ καὶ τὸν φίλον δήσαντες ἐπώλησαν ἐνταῦθα. Ἡμεῖς μὲν οὖν σωφρόνως ἐφέρομεν τὴν συμφοράν· ἕτεροι δέ τινες τῶν ἡμῖν συνδεδεμένων, οὓς ἀγνοοῦμεν, διαρρήξαντες τὰ δεσμὰ φόνον εἰργάσαντο καὶ σοῦ κελεύσαντος τὴν ἐπὶ τὸν σταυρὸν ἠγόμεθα πάντες.