Ancient Greek
Book 4, Chapter 6
Chariton, De Chaerea et Callirhoe 4.6.1
Not analysed yet
Μεθ’ ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μηδ’ ἀπαγγείλῃ τι τῶν ἐν Καρίᾳ διηγημάτων· αὐτὸς δὲ ἄμυναν ἐπενόησε τοιαύτην. Ἐπεδήμει κατὰ καιρὸν ὁ Λυδίας καὶ Ἰωνίας· ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος εἶναι δοκεῖ τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ θάλατταν. Ἐπὶ τοῦτον ἦλθεν ὁ Διονύσιος, ἦν γὰρ αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο. “Ἱκετεύω σε” φησίν, “ὦ δέσποτα, βοήθησον ἐμοί τε καὶ σεαυτῷ. Μιθριδάτης γάρ, ὁ κάκιστος ἀνδρῶν, καὶ σοὶ φθονῶν, ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ καὶ πέπομφε γράμματα μοιχικὰ μετὰ χρυσίου πρὸς