Ancient Greek
4.6.2 to 4.6.3
Chariton, De Chaerea et Callirhoe 4.6.2-3
Not analysed yet
τὴν γυναῖκα τὴν ἐμήν.” Ἐπὶ τούτοις ἀνεγίνωσκε τὰς ἐπιστολὰς καὶ διηγεῖτο τὴν τέχνην. Ἄσμενος ἤκουσε Φαρνάκης τῶν λόγων τάχα μὲν καὶ διὰ Μιθριδάτην ʽἐγεγόνει γὰρ αὐτοῖς οὐκ ὀλίγα προσκρούσματα διὰ τὴν γειτνίασιν̓, τὸ δὲ πλέον διὰ τὸν ἔρωτα· καὶ γὰρ αὐτὸς ἐκάετο τῆς Καλλιρρόης καὶ δι’ αὐτὴν ἐπεδήμει τὰ πολλὰ Μιλήτῳ, καλῶν ἐπὶ τὰς ἑστιάσεις Διονύσιον μετὰ τῆς γυναικός. Ὑπέσχετο οὖν βοηθήσειν αὐτῷ κατὰ τὸ δυνατὸν καὶ γράφει δι’ ἀπορρήτων ἐπιστολήν. ΒΑΣΙΛΕΙ ΒΑΣΙΛΕΩΝ ΑΡΤΑΞΕΡΞΗι ΣΑΤΡΑΠΗΣ ΛΥΔΙΑΣ ΚΑΙ ΙΩΝΙΑΣ ΦΑΡΝΑΚΗΣ ΙΔΙΩι ΔΕΣΠΟΤΗι ΧΑΙΡΕΙΝ.