Ancient Greek
4.6.5 to 4.6.8
Chariton, De Chaerea et Callirhoe 4.6.5-8
Not analysed yet
Ταύτην τὴν ἐπιστολὴν κομισθεῖσαν βασιλεὺς ἀνέγνω τοῖς φίλοις καὶ τί χρὴ πράττειν ἐβουλεύετο. Γνῶμαι δὲ ἐρρήθησαν διάφοροι· τοῖς μὲν γὰρ Μιθριδάτῃ φθονοῦσιν ἢ τὴν σατραπείαν αὐτοῦ μνωμένοις, ἐδόκει μὴ περιορᾶν ἐπιβουλὴν εἰς γάμον ἀνδρὸς ἐνδόξου, τοῖς δὲ ῥᾳθυμοτέροις τὰς φύσεις ἢ τιμῶσι τὸν Μιθριδάτην ʽεἶχε δὲ πολλοὺς. . . προεστηκότασ̓ οὐκ ἤρεσκεν ἀνάρπαστον ἐκ διαβολῆς ποιεῖν ἄνδρα δόκιμον. Ἀνωμάλων δὲ τῶν γνωμῶν γενομένων ἐκείνης μὲν τῆς ἡμέρας οὐδὲν ἐπεκύρωσεν βασιλεύς, ἀλλ’ ὑπερέθετο τὴν σκέψιν· νυκτὸς δὲ ἐπελθούσης ὑπεδύετο αὐτὸν μισοπονηρία μὲν διὰ τὸ τῆς βασιλείας εὐπρεπές, εὐλάβεια δὲ περὶ τοῦ μέλλοντος· ἀρχὴν γὰρ ἔχειν τὸν Μιθριδάτην καταφρονήσεως. Ὥρμησεν οὖν· καλεῖν ἐπὶ τὴν δίκην αὐτόν· ἄλλο δὲ πάθος παρῄνει μεταπέμπεσθαι καὶ τὴν γυναῖκα τὴν καλήν. Σύμβουλοι μὲν οὖν καὶ σκότος ἐν ἐρημίᾳ γενόμενοι καὶ τούτου τοῦ μέρους τῆς ἐπιστολῆς ἀνεμίμνησκον βασιλέα, προσηρέθιζε δὲ καὶ φήμη, Καλλιρρόην τινὰ καλλίστην ἐπὶ τῆς Ἰωνίας εἶναι· καὶ τοῦτο μόνον ἐμέμφετο βασιλεὺς Φαρνάκην, ὅτι οὐ προσέγραψεν ἐν τῇ ἐπιστολῇ τοὔνομα τῆς γυναικός. Ὅμως δ’ ἐπ’ ἀμφιβόλῳ τοῦ τάχα καὶ κρείττονα τυγχάνειν τῆς φημιζομένης ἑτέραν ἔδοξε καλέσαι καὶ τὴν γυναῖκα. Γράφει δὲ πρὸς Φαρνάκην Διονύσιον, ἐμὸν δοῦλον, Μιλήσιον, πέμψον πρὸς δὲ Μιθριδάτην Ἧκε ἀπολογησόμενος ὅτι οὐκ ἐπεβούλευσας γάμῳ Διονυσίου.