Ancient Greek
4.7.1 to 4.7.3
Chariton, De Chaerea et Callirhoe 4.7.1-3
Not analysed yet
Καταπλαγέντος δὲ τοῦ Μιθριδάτου καὶ ἀποροῦντος τὴν αἰτίαν τῆς διαβολῆς ὑποστρέψας ὁ Ὑγῖνος ἐδήλωσε τὰ πεπραγμένα περὶ τοὺς οἰκέτας. Προδοθεὶς οὖν ὑπὸ τῶν γραμμάτων ἐβουλεύετο μὴ βαδίζειν ἄνω, δεδοικὼς τὰς διαβολὰς καὶ τὸν θυμὸν τὸν βασιλέως, ἀλλὰ Μίλητον μὲν καταλαβεῖν καὶ Διονύσιον ἀνελεῖν τὸν αἴτιον, Καλλιρρόην δ’ ἁρπάσας ἀποστῆναι βασιλέως. “Τί γὰρ σπεύδεισ” φησὶ “παραδοῦναι δεσπότου χερσὶ τὴν ἐλευθερίαν; τάχα δὲ καὶ κρατήσεις ἐνθάδε μένων· μακρὰν γάρ ἐστι βασιλεὺς καὶ ἔχει στρατηγούς· εἰ δὲ καὶ ἄλλως ἀθετήσειεν, οὐδὲν δυνήσῃ χεῖρον παθεῖν. Ἐν τοσούτῳ δὲ σὺ μὴ προδῷς δύο τὰ κάλλιστα, ἔρωτα καὶ ἀρχήν. Ἐντάφιον ἔνδοξον ἡ ἡγεμονία καὶ μετὰ Καλλιρρόης θάνατος ἡδύς.” Ἔτι ταῦτα βουλευομένου καὶ παρασκευαζομένου πρὸς ἀπόστασιν ἧκέ τις ἀγγέλλων ὡς Διονύσιος ἐξώρμηκε Μιλήτου καὶ Καλλιρρόην ἐπάγεται. Τοῦτο λυπηρότερον ἤκουσε Μιθριδάτης ἢ τὸ πρόσταγμα τὸ καλοῦν ἐπὶ τὴν δίκην· ἀποκλαύσας δὲ τὴν ἑαυτοῦ συμφορὰν “ἐπὶ ποίαισ” φησὶν “ἐλπίσιν ἔτι μένω;