Ancient Greek
5.1.2 to 5.1.4
Chariton, De Chaerea et Callirhoe 5.1.2-4
Not analysed yet
καὶ ὡς Μιθριδάτης ἐγνώρισε Χαιρέαν μέλλοντα ἀποθνήσκειν καὶ ὡς ἔσπευδεν ἀλλήλοις ἀποδοῦναι τοὺς ἐρῶντας, φωράσας δὲ τοῦτο Διονύσιος ἐξ ἐπιστολῶν· διέβαλεν αὐτὸν πρὸς Φαρνάκην, ἐκεῖνος δὲ πρὸς βασιλέα, βασιλεὺς δὲ ἀμφοτέρους ἐκάλεσεν ἐπὶ τὴν κρίσιν, ταῦτα ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται· τὰ δ’ ἑξῆς νῦν διηγήσομαι. Καλλιρρόη μὲν γὰρ μέχρι Συρίας καὶ Κιλικίας κούφως ἔφερε τὴν ἀποδημίαν· καὶ γὰρ Ἑλλάδος ἤκουε φωνῆς καὶ θάλατταν ἔβλεπε τὴν ἄγουσαν εἰς Συρακούσας· ὡς δ’ ἧκεν ἐπὶ ποταμὸν Εὐφράτην, μεθ’ ὃν ἤπειρός ἐστι μεγάλη ἀφετήρι εἰς τὴν βασιλέως γῆν τὴν πολλήν, τότε ἤδη πόθος αὐτὴν ὑπεδύετο πατρίδος τε καὶ συγγενῶν, ἀπογνώσει τῆς τοὔμπαλιν ὑποστροφῆς. Στᾶσα δὲ ἐπὶ τῆς ᾐόνος καὶ πάντας ἀναχωρῆσαι κελεύσασα πλὴν Πλαγγόνος τῆς μόνης πιστῆς, τοιούτων ἤρξατο λόγων “Τύχη βάσκανε καὶ μιᾶς γυναικὸς προσφιλονεικοῦσα πολέμῳ, σύ με κατέκλεισας ἐν τάφῳ ζῶσαν, κἀκεῖθεν ἐξήγαγες οὐ δι’ ἔλεον, ἀλλ’ ἵνα λῃσταῖς με παραδῷς.