Ancient Greek
Book 5, Chapter 1
Chariton, De Chaerea et Callirhoe 5.1.5
Not analysed yet
Ἐμερίσαντό μου τὴν φυγὴν θάλασσα καὶ Θήρων· ἡ Ἑρμοκράτους θυγάτηρ ἐπράθην καί, τὸ τῆς δουλείας μοι βαρύτερον, ἐφιλήθην, ἵνα ζῶντος Χαιρέου ἄλλῳ γαμηθῶ. Σὺ δὲ καὶ τούτων ἤδη μοι φθονεῖς· οὐκέτι γὰρ εἰς Ἰωνίαν με φυγαδεύεις. Ξένην μέν, πλ̣̔?ʼηνικὴν ἐδίδως γῆν, ὅπου μεγάλην εἶχον παραμυθίαν, ὅτι θαλάσσῃ παρεκαθήμην· νῦν δὲ ἔξω με τοῦ συνήθους ῥίπτεις ἀέρος καὶ τῆς πατρίδος ὅλῳ διορίζομαι κόσμῳ.