Ancient Greek
5.1.6 to 5.1.7
Chariton, De Chaerea et Callirhoe 5.1.6-7
Not analysed yet
Μίλητον ἀφείλου μου πάλιν, ὡς πρότερον Συρακούσας· ὑπὲρ τὸν Εὐφράτην ἀπάγομαι καὶ βαρβάροις ἐγκλείομαι μυχοῖς ἡ νησιῶτις, ὅπου μηκέτι θάλασσα. Ποίαν ἔτ’ ἐλπίσω ναῦν ἐκ Σικελίας καταπλέουσαν; ἀποσπῶμαι καὶ τοῦ σοῦ τάφου, Χαιρέα. Τίς ἐπενέγκῃ σοι χοάς, δαῖμον ἀγαθέ; Βάκτρα μοι καὶ Σοῦσα λοιπὸν οἶκος καὶ τάφος. Ἅπαξ, Εὐφρᾶτα, μέλλω σε διαβαίνειν· φοβοῦμαι γὰρ οὐχ οὕτως τὸ μῆκος τῆς ἀποδημίας ὡς μὴ δόξω κἀκεῖ καλή τινι.” Ταῦτα ἅμα λέγουσα τὴν γῆν κατεφίλησεν, εἶτα ἐπιβᾶσα τῆς πορθμίδος διεπέρασεν.