Ancient Greek
6.2.10 to 6.2.11
Chariton, De Chaerea et Callirhoe 6.2.10-11
Not analysed yet
Εἰ δ’ οὖν ἐκείμην ταύτην μετὰ ταῦτα κερδήσας, τὴν πρᾶσιν, τὸ λῃστήριον, τὰ δεσμά, τὸν τοῦ σταυροῦ χαλεπώτερον βασιλέα. Ὤ θανάτου καλοῦ, μεθ’ ὃν ἤκουσα τὸν δεύτερον Καλλιρρόης γάμον. Οἷον πάλιν καιρὸν ἀπώλεσάς μου τῆς ἀποκαρτερήσεως, τὸν μετὰ τὴν δίκην. Ἰδὼν Καλλιρρόην οὐ προσῆλθον, οὐ κατεφίλησα. Ὤ καινοῦ καὶ ἀπίστου πράγματος· κρίνεται Χαιρέας εἰ Καλλιρρόης ἀνήρ ἐστιν. Ἀλλ’ οὐδὲ τὴν ὁποιανδήποτε κρίσιν ὁ βάσκανος δαίμων ἐπιτρέπει τελεσθῆναι. Καὶ ὄναρ καὶ ὕπαρ οἱ θεοί με μισοῦσι.” Ταῦτα λέγων ὥρμησεν ἐπὶ ξίφος, κατέσχε δὲ τὴν χεῖρα Πολύχαρμος καὶ μονονουχὶ δήσας παρεφύλαττεν αὐτόν.