Ancient Greek
6.3.1 to 6.3.5
Chariton, De Chaerea et Callirhoe 6.3.1-5
Not analysed yet
Βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον, ὃς ἦν αὐτῷ κιστ̣̔?ʼτατος ἁπάντων, τὸ μὲν πρῶτον ᾐδεῖτο κἀκεῖνον· ἰδὼν δὲ αὐτὸν Ἀρταξάτης ἐρυθήματος μεστὸν καὶ βουλόμενον εἰπεῖν “τί κρύπτεισ” ἔφη “δέσποτα, δοῦλον σόν, εὔνουν σοι καὶ σιωπᾶν δυνάμενον; τί τηλικοῦτον συμβέβηκε δεινόν; ὡς ἀγωνιῶ μή τινα ἐπιβουλὴν ”εἶπε βασιλεὺς “καὶ μεγίστην, ἀλλ’ οὐχ ὑπ’ ἀνθρώπων, ἀλλ’ ὑπὸ θεοῦ. Τίς γάρ ἐστιν Ἔρως πρότερον ἤκουον ἐν μύθοις τε καὶ ποιήμασιν, ὅτι κρατεῖ πάντων τῶν θεῶν καὶ αὐτοῦ τοῦ Διός· ἠπίστουν δὲ ὅμως ὅτι δύναταί τις παρ’ ἐμοὶ ἐμοῦ γενέσθαι δυνατώτερος. Ἀλλὰ πάρεστιν ὁ θεός· ἐνδεδήμηκεν εἰς τὴν ἐμὴν ψυχὴν πολὺς καὶ σφοδρός· ἐρῶ . . . νὸν μὲν ὁμολογεῖν, ἀληθῶς δὲ ἑάλωκα.” Ταῦτα ἅμα λέγων ἐνεπλήσθη δακρύων, ὥστε μηκέτι δύνασθαι προσθεῖναι τοῖς λόγοις· ἀποσιωπήσαντος δὲ εὐθὺς μὲν Ἀρταξάτης ἠπίστατο πόθεν ἐτρώθη· οὐδὲ γὰρ πρό ἀνύποπτος ἦν, ἀλλ’ ᾐσθάνετο μὲν τυφομένου τοῦ πυρός, ἔτι γε μὴν οὐδὲ ἀμφίβολον ἦν οὐδὲ ἄδηλον ὅτι Καλλιρρόης παρούσης οὐκ ἂν ἄλλου τινὸς ἠράσθη· προσεποιεῖτο ὅμως ἀγνοεῖν καὶ “ποῖον” ἔφη “κάλλος δύναται τῆς σῆς κρατῆσαι, δέσποτα, ψυχῆς, ᾧ τὰ καλὰ πάντα δουλεύει; χρυσός, ἄργυρος, ἐσθής, ἵπποι, πόλεις, ἔθνη, καλαὶ μὲν μυρί γυναῖκες, ἀλλὰ καὶ Στάτειρα καλλίστη τῶν ὑπὸ τὸν ἥλιον, ἧς ἀπολαύεις μόνος. Ἐξουσία δὲ ἔρωτα καταλύει, πλὴν εἰ μή τις ἐξ οὐρανοῦ καταβέβηκε τῶν ἄνωθεν ἢ ἐκ θαλάττης ἀναβέβηκεν ἄλλη Θέτις. Πιστεύω γὰρ ὅτι καὶ θεοὶ τῆς σῆς ἐρῶσι συνουσίας.” Ἀπεκρίνατο βασιλεὺς “τοῦτ’ ἴσως ἀληθές ἐστιν, ὃ λέγεις, ὅτι θεῶν τίς ἐστιν ἥδε ἡ γυνή· οὐδὲ γὰρ ἀνθρώπινον τὸ κάλλος· πλὴν οὐχ ὁμόλογα. Προσποιεῖται δὲ Ἑλληνὶς εἶναι Συρακουσία. Καὶ τοῦτο δὲ τῆς ἀπάτης ἐστὶ σημεῖον.