Ancient Greek
7.6.11 to 7.6.12
Chariton, De Chaerea et Callirhoe 7.6.11-12
Not analysed yet
πάντα δὲ ταῦτα, ὅσα λέγεις, πεποίηκα ἐν διπλῷ μᾶλλον. Καὶ γάρ σου κατεψευσάμην ὅτι ἕξεις αὐτὴν γυναῖκα, ἡ δὲ πρὸς τοῦτο μάλιστα ἠγανάκτησεν.” Ὁ δὲ Χαιρέας “ἐπαφρόδιτος ἄρα” φησὶν “εἰμὶ καὶ ἐράσμιος, εἰ καὶ πρὶν ἰδεῖν ἀπεστράφη με καὶ ἐμίσησεν. Ἔοικε δὲ φρόνημα εἶναι τῆς γυναικὸς οὐκ ἀγεννές. Μηδεὶς αὐτῇ προσφερέτω βίαν, ἀλλὰ ἐᾶτε διάγειν ὡς προῄρηται· πρέπει γάρ μοι σωφροσύνην τιμᾶν. Καὶ αὐτὴ γὰρ ἴσως ἄνδρα πενθεῖ.”