Ancient Greek
8.1.1 to 8.1.2
Chariton, De Chaerea et Callirhoe 8.1.1-2
Not analysed yet
Ὡς μὲν οὖν Χαιρέας ὑποπτεύσας Καλλιρρόην Διονυσίῳ παραδεδόσθαι, θέλων ἀμύνασθαι βασιλέα πρὸς τὸν Αἰγύπτιον ἀπέστη καὶ ναύαρχος ἀποδειχθεὶς ἐκράτησε τῆς θαλάσσης, νικήσας δὲ κατέσχεν Ἄραδον, ἔνθα βασιλεὺς καὶ τὴν γυναῖκα τὴν ἑαυτοῦ καὶ πᾶσαν τὴν θεραπείαν ἀπέθετο καὶ Καλλιρρόην, ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται. Ἔμελλε δὲ ἔργον ἡ τύχη πράττειν οὐ μόνον παράδοξον, ἀλλὰ καὶ σκυθρωπόν, ἵνα ἔχων Καλλιρρόην Χαιρέας ἀγνοήσῃ καὶ τὰς ἀλλοτρίας γυναῖκας ἀναλαβὼν ταῖς τριήρεσιν ἀπαγάγῃ, μόνην δὲ τὴν ἰδίαν ἐκεῖ καταλίπῃ οὐχ ὡς Ἀριάδνην καθεύδουσαν, οὐδὲ Διονύσῳ νυμφίῳ, λάφυρον δὲ τοῖς ἑαυτοῦ πολεμίοις.