Ancient Greek
8.3.13 to 8.3.14
Chariton, De Chaerea et Callirhoe 8.3.13-14
Not analysed yet
Ἡ δὲ οὐκ ἐβουλήθη λαβεῖν, ἀλλὰ “τούτῳ” φησὶ “κοσμοῦ· πρέπει γὰρ τοιούτῳ σώματι κόσμος βασιλικός, Δεῖ γὰρ ἔχειν σε ἵνα καὶ μητρὶ χαρίσῃ καὶ πατρίοις ἀναθήματα θεοῖς. Ἐγὼ δὲ πλείω τούτων καταλέλοιπα ἐν Βαβυλῶνι. Θεοὶ δέ σοι παρέχοιεν εὔπλοιαν καὶ σωτηρίαν καὶ μηδέποτε διαζευχθῆναι Χαιρέου. Πάντα πεποίηκας εἰς ἐμὲ δικαίως· χρηστὸν ἦθος ἐπεδείξω καὶ τοῦ κάλλους ἄξιον. Καλήν μοι βασιλεὺς ἔδωκε παραθήκην.”