Ancient Greek
Book 8, Chapter 3
Chariton, De Chaerea et Callirhoe 8.3.12
Not analysed yet
Ὁ δὲ μόνας εἴκοσι τριήρεις ἐπελέξατο τὰς ἀρίστας καὶ μεγίστας, ὡς ἂν ὑπὲρ τὸν Ἰόνιον μέλλων περαιοῦσθαι, καὶ ταύταις ἐνεβίβασεν Ἕλληνας μὲν ἅπαντας, ὅσοι παρῆσαν, Αἰγυπτίων δὲ καὶ Φοινίκων ὅσους ἔμαθεν εὐζώνους· πολλοὶ καὶ Κυπρίων ἐθελονταὶ ἐνέβησαν. Τοὺς δὲ ἄλλους πάντας ἔπεμψεν οἴκαδε, διανείμας αὐτοῖς μέρη τῶν λαφύρων, ἵνα χαίροντες ἐπανίωσι πρὸς τοὺς ἑαυτῶν, ἐντιμότεροι γενόμενοι· καὶ οὐδεὶς ἠτύχησεν οὐδενός, αἰτήσας παρὰ Χαιρέου. Καλλιρρόη δὲ προσήνεγκε τὸν κόσμον ἅπαντα τὸν βασιλικὸν Στατείρᾳ.