Ancient Greek
8.3.8 to 8.3.11
Chariton, De Chaerea et Callirhoe 8.3.8-11
Not analysed yet
Ἀνίστασο δέ, φιλτάτη, καὶ ἄπιθι χαίρουσα· ἀπόλαβε καὶ σὺ τὸν ἄνδρα τὸν σεαυτῆς· ζῇ γὰρ βασιλεύς, κἀκείνῳ σε Χαιρέας πέμπει. Ἀνίστασο καὶ σύ, Ῥοδογύνη, πρώτη μοι φίλη Περσίδων, καὶ βάδιζε πρὸς τὸν ἄνδρα τὸν σεαυτῆς, καὶ ὅσας ἡ βασιλὶς ἂν ἄλλας θέλῃ, καὶ μέμνησθε Καλλιρρόης.” Ἐξεπλάγη Στάτειρα τούτων ἀκούσασα τῶν λόγων καὶ οὔτε πιστεύειν εἶχε οὔτε ἀπιστεῖν· τὸ δὲ ἦθος Καλλιρρόης τοιοῦτον ἦν, ὡς μὴ δοκεῖν εἰρωνεύεσθαι ἐν μεγάλαις συμφοραῖς· ὁ δὲ καιρὸς ἐκέλευε ταχέως πάντα πράττειν. Ἦν οὖν τις ἐν Αἰγυπτίοις Δημήτριος, φιλόσοφος, βασιλεῖ γνώριμος, ἡλικίᾳ προήκων, παιδείᾳ καὶ ἀρετῇ τῶν ἄλλων Αἰγυπτίων διαφέρων. Τοῦτον καλέσας Χαιρέας εἶπεν “ἐγὼ ἐβουλόμην μετ’ ἐμαυτοῦ σε ἄγειν, ἀλλὰ μεγάλης πράξεως ὑπηρέτην σε ποιοῦμαι· τὴν γὰρ βασιλίδα τῷ μεγάλῳ βασιλεῖ πέμπω διὰ σοῦ. Τοῦτο δὲ καὶ σὲ ποιήσει τιμιώτερον ἐκείνῳ καὶ τοὺς ἄλλους διαλλάξει.” Ταῦτα εἰπὼν στρατηγὸν ἀπέδειξε Δημήτριον τῶν ὀπίσω κομιζομένων τριηρῶν· πάντες γὰρ ἤθελον ἀκολουθεῖν Χαιρέᾳ καὶ προυτίμων αὐτὸν πατρίδων καὶ τέκνων.