Ancient Greek
Book 8, Chapter 5
Chariton, De Chaerea et Callirhoe 8.5.2
Not analysed yet
Ὄντι δὲ αὐτῷ περὶ Χίον καὶ Τύρον καὶ θύοντι τῷ Ἡρακλεῖ τὰ ἐπινίκια προσῆλθέ τις ἀγγέλλων ὅτι “Ἄραδος ἐκπεπόρθηται καί ἐστι κενή, πάντα δὲ τὰ ἐν αὐτῇ φέρουσιν αἱ ναῦς τῶν Αἰγυπτίων·” μέγα δὲ πένθος κατήγγειλε βασιλεῖ, ὡς ἀπολωλυίας τῆς βασιλίδος· ἐπένθουν δὲ Περσῶν οἱ ἐντιμότατοι Στάτειραν πρόφασιν, σφῶν δ’ αὐτῶν κήδἐ ἕκαστος, ὁ μὲν γυναῖκα, ὁ δὲ ἀδελφήν, ὁ δὲ θυγατέρα, πάντες δέ τινα, ἕκαστος οἰκεῖον· ἐκπεπλευκότων δὲ τῶν πολεμίων ἄγνωστον ἦν διὰ ποίας θαλάσσης.