Ancient Greek
8.5.3 to 8.5.4
Chariton, De Chaerea et Callirhoe 8.5.3-4
Not analysed yet
Τῇ δευτέρᾳ δὲ τῶν ἡμερῶν ὤφθησαν αἱ Αἰγυπτίων ναῦς προσπλέουσαι. Καὶ τὸ μὲν ἀληθὲς ἄδηλον ἦν, ἐθαύμαζον δὲ ὁρῶντες, καὶ ἔτι μᾶλλον ἐπέτεινεν αὐτῶν τὴν ἀπορίαν σημεῖον ἀρθὲν ἀπὸ τῆς νεὼς τῆς Δημητρίου βασιλικόν, ὅπερ εἴωθεν αἴρεσθαι μόνου πλέοντος βασιλέως· τοῦτο δὲ ταραχὴν ἐποίησεν, ὡς πολεμίων ὄντων. Εὐθὺς δὲ θέοντες ἐμήνυον Ἀρταξέρξῃ “τάχα δή τις εὑρεθήσεται βασιλεὺς Αἰγυπτίων.” Ὁ δὲ ἀνέθορεν ἐκ τοῦ θρόνου καὶ ἔσπευδεν ἐπὶ τὴν θάλασσαν καὶ σύνθημα πολεμικὸν ἐδίδου· τριήρεις μὲν γὰρ οὐκ ἦσαν αὐτῷ· πᾶν δὲ τὸ πλῆθος ἔστησεν ἐπὶ τοῦ λιμένος παρεσκευασμένον εἰς μάχην.