Ancient Greek · ~4 min
1 to 5
CHARON, Fragmenta 1-5
Not analysed yet
Καίτοι Χάρων ὁ Λαμψακηνὸς, ἀνὴρ πρεσβύτερος, ἐν τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν οὔτε Μιτυληναίοις οὔτε Χίοις ἄγος προστέτριπται, ταυτὶ δὲ κατὰ λέξιν γέγραφε· «Πακτύης δὲ ὡς ἐπύθετο προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν, ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μιτυλήνην, ἔπειτα δὲ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος.» «Ἀθηναῖοι δὲ εἴκοσι τριήρεσιν ἔπλευσαν ἐπικουρήσοντες τοῖς Ἴωσι, καὶ εἰς Σάρδεις ἐστρατεύσαντο· καὶ εἷλον τὰ περὶ Σάρδεις ἅπαντα, χωρὶς τοῦ τείχους τοῦ βασιληίου· ταῦτα δὲ ποιήσαντες ἐπαναχωροῦσι εἰς Μίλητον.» Χάρων δ ̓ ὁ Λαμψακηνὸς, ἐν τοῖς Περσικοῖς, περὶ Μαρδονίου ἱστορῶν, καὶ τοῦ διαφθαρέντος στρατοῦ Περσικοῦ περὶ τὸν Ἄθω, γράφει καὶ ταῦτα· «Καὶ λευκαὶ περιστεραὶ τότε πρῶτον εἰς Ἕλληνας ἐφάνησαν, πρότερον οὐ γιγνόμεναι.» Τὰ δὲ ἔπη τὰ Ναυπάκτια ὀνομαζόμενα ὑπὸ Ἑλλήνων ἀνδρὶ ἐσποιοῦσιν οἱ πολλοὶ Μιλησίῳ· Χάρων δὲ ὁ Πύθεώ φησιν αὐτὰ ποιῆσαι Ναυπάκτιον Καρκίνον· ἑπόμεθα δὲ καὶ ἡμεῖς τῇ τοῦ Λαμψακηνοῦ δόξῃ· τίνα γὰρ καὶ λόγον ἔχοι ἂν ἔπεσιν ἀνδρὸς Μιλησίου πεποιημένοις ἐς γυναῖκας, τεθῆναί σφισιν ὄνομα Ναυπάκτια;